pronađen 35140 Rezultati za: Ὁ
καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. (São Lucas 17, 13)
καὶ ἰδὼν εἶπεν αὐτοῖς, πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῶ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. (São Lucas 17, 14)
εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, (São Lucas 17, 15)
καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῶ· καὶ αὐτὸς ἦν σαμαρίτης. (São Lucas 17, 16)
ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; (São Lucas 17, 17)
οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῶ θεῶ εἰ μὴ ὁ ἀλλογενὴς οὖτος; (São Lucas 17, 18)
καὶ εἶπεν αὐτῶ, ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε. (São Lucas 17, 19)
ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, (São Lucas 17, 20)
οὐδὲ ἐροῦσιν, ἰδοὺ ὧδε· ἤ, ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν. (São Lucas 17, 21)
εἶπεν δὲ πρὸς τοὺς μαθητάς, ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. (São Lucas 17, 22)
καὶ ἐροῦσιν ὑμῖν, ἰδοὺ ἐκεῖ· [ἤ,] ἰδοὺ ὧδε· μὴ ἀπέλθητε μηδὲ διώξητε. (São Lucas 17, 23)
ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου [ἐν τῇ ἡμέρᾳ αὐτοῦ]. (São Lucas 17, 24)