pronađen 35140 Rezultati za: Ὁ
ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. (São Mateus 11, 30)
ἐν ἐκείνῳ τῶ καιρῶ ἐπορεύθη ὁ ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. (São Mateus 12, 1)
οἱ δὲ φαρισαῖοι ἰδόντες εἶπαν αὐτῶ, ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ. (São Mateus 12, 2)
ὁ δὲ εἶπεν αὐτοῖς, οὐκ ἀνέγνωτε τί ἐποίησεν δαυὶδ ὅτε ἐπείνασεν καὶ οἱ μετ᾽ αὐτοῦ; (São Mateus 12, 3)
πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῶ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις; (São Mateus 12, 4)
ἢ οὐκ ἀνέγνωτε ἐν τῶ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῶ ἱερῶ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν; (São Mateus 12, 5)
λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. (São Mateus 12, 6)
εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. (São Mateus 12, 7)
κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου. (São Mateus 12, 8)
καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεῦσαι; ἵνα κατηγορήσωσιν αὐτοῦ. (São Mateus 12, 10)
ὁ δὲ εἶπεν αὐτοῖς, τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; (São Mateus 12, 11)
πόσῳ οὗν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν. (São Mateus 12, 12)