Mosaico decorativo

pronađen 35140 Rezultati za: Ὁ

  • τότε ὁ ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. (São Mateus 4, 1)

  • καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν. (São Mateus 4, 2)

  • καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῶ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὖτοι ἄρτοι γένωνται. (São Mateus 4, 3)

  • ὁ δὲ ἀποκριθεὶς εἶπεν, γέγραπται, οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. (São Mateus 4, 4)

  • τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, (São Mateus 4, 5)

  • καὶ λέγει αὐτῶ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. (São Mateus 4, 6)

  • ἔφη αὐτῶ ὁ ἰησοῦς, πάλιν γέγραπται, οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. (São Mateus 4, 7)

  • πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῶ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, (São Mateus 4, 8)

  • καὶ εἶπεν αὐτῶ, ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι. (São Mateus 4, 9)

  • τότε λέγει αὐτῶ ὁ ἰησοῦς, ὕπαγε, σατανᾶ· γέγραπται γάρ, κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῶ μόνῳ λατρεύσεις. (São Mateus 4, 10)

  • τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῶ. (São Mateus 4, 11)

  • ἀκούσας δὲ ὅτι ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν γαλιλαίαν. (São Mateus 4, 12)


"As almas! As almas! Se alguém soubesse o preço que custam". São Padre Pio de Pietrelcina