pronađen 35140 Rezultati za: Ὁ
ἐγενήθην γέλως παντὶ λαῷ μου ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν (Lamentações 3, 14)
ἐχόρτασέν με πικρίας ἐμέθυσέν με χολῆς (Lamentações 3, 15)
καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου ἐψώμισέν με σποδόν (Lamentações 3, 16)
καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου ἐπελαθόμην ἀγαθὰ (Lamentações 3, 17)
καὶ εἶπα ἀπώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου (Lamentações 3, 18)
ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου (Lamentações 3, 19)
μνησθήσεται καὶ καταδολεσχήσει ἐπ’ ἐμὲ ἡ ψυχή μου (Lamentações 3, 20)
ταύτην τάξω εἰς τὴν καρδίαν μου διὰ τοῦτο ὑπομενῶ (Lamentações 3, 21)
ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαθὸν (Lamentações 3, 25)
καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου (Lamentações 3, 26)
ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ (Lamentações 3, 27)
καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἦρεν ἐφ’ ἑαυτῷ (Lamentações 3, 28)