pronađen 35140 Rezultati za: Ὁ
καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ καὶ κατέλιπεν μετ’ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει Ροβοαμ ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ (Eclesiástico 47, 23)
καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἔδωκεν τῷ Εφραιμ ὁδὸν ἁμαρτίας καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν (Eclesiástico 47, 24)
καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν ἕως ἐκδίκησις ἔλθῃ ἐπ’ αὐτούς (Eclesiástico 47, 25)
καὶ ἀνέστη Ηλιας προφήτης ὡς πῦρ καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο (Eclesiástico 48, 1)
ὃς ἐπήγαγεν ἐπ’ αὐτοὺς λιμὸν καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς (Eclesiástico 48, 2)
ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν κατήγαγεν οὕτως τρὶς πῦρ (Eclesiástico 48, 3)
ὡς ἐδοξάσθης Ηλια ἐν θαυμασίοις σου καὶ τίς ὅμοιός σοι καυχᾶσθαι (Eclesiástico 48, 4)
ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ ὑψίστου (Eclesiástico 48, 5)
ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν (Eclesiástico 48, 6)
ἀκούων ἐν Σινα ἐλεγμὸν καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως (Eclesiástico 48, 7)
ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ’ αὐτόν (Eclesiástico 48, 8)
ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων (Eclesiástico 48, 9)