Mosaico decorativo

pronađen 35140 Rezultati za: Ὁ

  • ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν (Eclesiástico 36, 8)

  • σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων οὐκ ἔστιν πλὴν ἡμῶν (Eclesiástico 36, 9)

  • συνάγαγε πάσας φυλὰς Ιακωβ καὶ κατακληρονόμησον αὐτοὺς καθὼς ἀπ’ ἀρχῆς (Eclesiástico 36, 10)

  • ἐλέησον λαόν κύριε κεκλημένον ἐπ’ ὀνόματί σου καὶ Ισραηλ ὃν πρωτογόνῳ ὡμοίωσας (Eclesiástico 36, 11)

  • οἰκτίρησον πόλιν ἁγιάσματός σου Ιερουσαλημ τόπον καταπαύματός σου (Eclesiástico 36, 12)

  • πλῆσον Σιων ἀρεταλογίας σου καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου (Eclesiástico 36, 13)

  • δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου καὶ ἔγειρον προφητείας τὰς ἐπ’ ὀνόματί σου (Eclesiástico 36, 14)

  • δὸς μισθὸν τοῖς ὑπομένουσίν σε καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν (Eclesiástico 36, 15)

  • εἰσάκουσον κύριε δεήσεως τῶν ἱκετῶν σου κατὰ τὴν εὐλογίαν Ααρων περὶ τοῦ λαοῦ σου (Eclesiástico 36, 16)

  • καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι κύριος εἶ ὁ θεὸς τῶν αἰώνων (Eclesiástico 36, 17)

  • πᾶν βρῶμα φάγεται κοιλία ἔστιν δὲ βρῶμα βρώματος κάλλιον (Eclesiástico 36, 18)

  • φάρυγξ γεύεται βρώματα θήρας οὕτως καρδία συνετὴ λόγους ψευδεῖς (Eclesiástico 36, 19)


"Não sejamos mesquinhos com Deus que tanto nos enriquece." São Padre Pio de Pietrelcina