pronađen 35140 Rezultati za: Ὁ
διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται (Eclesiástico 27, 11)
εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε (Eclesiástico 27, 12)
διήγησις μωρῶν προσόχθισμα καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας (Eclesiástico 27, 13)
λαλιὰ πολυόρκου ἀνορθώσει τρίχας καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων (Eclesiástico 27, 14)
ἔκχυσις αἵματος μάχη ὑπερηφάνων καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά (Eclesiástico 27, 15)
ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ (Eclesiástico 27, 16)
στέρξον φίλον καὶ πιστώθητι μετ’ αὐτοῦ ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ (Eclesiástico 27, 17)
καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν νεκρὸν αὐτοῦ οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον (Eclesiástico 27, 18)
καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας οὕτως ἀφῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν (Eclesiástico 27, 19)
μὴ αὐτὸν διώξῃς ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος (Eclesiástico 27, 20)
ὅτι τραῦμα ἔστιν καταδῆσαι καὶ λοιδορίας ἔστιν διαλλαγή ὁ δὲ ἀποκαλύψας μυστήρια ἀφήλπισεν (Eclesiástico 27, 21)
διανεύων ὀφθαλμῷ τεκταίνει κακά καὶ οὐδεὶς αὐτὰ ἀποστήσει ἀπ’ αὐτοῦ (Eclesiástico 27, 22)