Mosaico decorativo

pronađen 35140 Rezultati za: Ὁ

  • ἐὰν πέσῃ ὁ ἐχθρός σου μὴ ἐπιχαρῇς αὐτῷ ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου (Provérbios 24, 17)

  • ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ (Provérbios 24, 18)

  • μὴ χαῖρε ἐπὶ κακοποιοῖς μηδὲ ζήλου ἁμαρτωλούς (Provérbios 24, 19)

  • οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται (Provérbios 24, 20)

  • φοβοῦ τὸν θεόν υἱέ καὶ βασιλέα καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς (Provérbios 24, 21)

  • ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται (22a) λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται δεχόμενος δὲ ἐδέξατο αὐτόν (22b) μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλθῃ (22c) μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη ὃς δ’ ἂν παραδοθῇ συντριβήσεται (22d) ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ σὺν νεύροις ἀνθρώπους ἀναλίσκει (22e) καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει καὶ συγκαίει ὥσπερ φλὸξ ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν (Provérbios 24, 22)

  • LXX Relocates Proverbs 30:1–4 Before 24:23 ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν (Provérbios 24, 23)

  • ὁ εἰπὼν τὸν ἀσεβῆ δίκαιός ἐστιν ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη (Provérbios 24, 24)

  • οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται ἐπ’ αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή (Provérbios 24, 25)

  • χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς (Provérbios 24, 26)

  • ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου (Provérbios 24, 27)

  • μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην μηδὲ πλατύνου σοῖς χείλεσιν (Provérbios 24, 28)


"Deus nunca me recusou um pedido". São Padre Pio de Pietrelcina