Mosaico decorativo

pronađen 35140 Rezultati za: Ὁ

  • Gr. Psalm 70 (Heb. 71) τῷ Δαυιδ υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων ὁ θεός ἐπὶ σοὶ ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα (Salmos 70, 1)

  • ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με (Salmos 70, 2)

  • γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ (Salmos 70, 3)

  • ὁ θεός μου ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος (Salmos 70, 4)

  • ὅτι σὺ εἶ ἡ ὑπομονή μου κύριε κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου (Salmos 70, 5)

  • ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός (Salmos 70, 6)

  • ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς καὶ σὺ βοηθὸς κραταιός (Salmos 70, 7)

  • πληρωθήτω τὸ στόμα μου αἰνέσεως ὅπως ὑμνήσω τὴν δόξαν σου ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου (Salmos 70, 8)

  • μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με (Salmos 70, 9)

  • ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ (Salmos 70, 10)

  • λέγοντες ὁ θεὸς ἐγκατέλιπεν αὐτόν καταδιώξατε καὶ καταλάβετε αὐτόν ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος (Salmos 70, 11)

  • ὁ θεός μὴ μακρύνῃς ἀπ’ ἐμοῦ ὁ θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες (Salmos 70, 12)


"Seria mais fácil a Terra existir sem o sol do que sem a santa Missa!" São Padre Pio de Pietrelcina