pronađen 35140 Rezultati za: Ὁ
ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν (Salmos 43, 25)
ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν (Salmos 43, 26)
ἀνάστα κύριε βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου (Salmos 43, 27)
Gr. Psalm 44 (Heb. 45) εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορε εἰς σύνεσιν ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ (Salmos 44, 1)
ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου (Salmos 44, 2)
ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐξεχύθη χάρις ἐν χείλεσίν σου διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰῶνα (Salmos 44, 3)
περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου (Salmos 44, 4)
καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου (Salmos 44, 5)
τὰ βέλη σου ἠκονημένα δυνατέ λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως (Salmos 44, 6)
ὁ θρόνος σου ὁ θεός εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου (Salmos 44, 7)
ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου (Salmos 44, 8)
σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὧν ηὔφρανάν σε (Salmos 44, 9)