Mosaico decorativo

pronađen 35140 Rezultati za: Ὁ

  • αἱ θλίψεις τῆς καρδίας μου ἐπλατύνθησαν ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με (Salmos 24, 17)

  • ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου (Salmos 24, 18)

  • ἰδὲ τοὺς ἐχθρούς μου ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με (Salmos 24, 19)

  • φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ (Salmos 24, 20)

  • ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι ὅτι ὑπέμεινά σε κύριε (Salmos 24, 21)

  • λύτρωσαι ὁ θεός τὸν Ισραηλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ (Salmos 24, 22)

  • Gr. Psalm 25 (Heb. 26) τοῦ Δαυιδ κρῖνόν με κύριε ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω (Salmos 25, 1)

  • δοκίμασόν με κύριε καὶ πείρασόν με πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου (Salmos 25, 2)

  • ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου (Salmos 25, 3)

  • οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω (Salmos 25, 4)

  • ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω (Salmos 25, 5)

  • νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου κύριε (Salmos 25, 6)


"Nas tribulações é necessário ter fé em Deus." São Padre Pio de Pietrelcina