pronađen 35140 Rezultati za: Ὁ
κἀγὼ δὲ Ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης ἵνα ὅσα ἂν ἀποστείλῃ Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν (Esdras 8, 19)
ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατὸν καὶ ἅλα ἐκ πλήθους (Esdras 8, 20)
πάντα τὰ κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ θεῷ τῷ ὑψίστῳ ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν (Esdras 8, 21)
καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβολὴ γίγνηται καὶ ἐξουσίαν μηδένα ἔχειν ἐπιβαλεῖν τι τούτοις (Esdras 8, 22)
καὶ σύ Εσδρα κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου καὶ τοὺς μὴ ἐπισταμένους δὲ διδάξεις (Esdras 8, 23)
καὶ πάντες ὅσοι ἐὰν παραβαίνωσι τὸν νόμον τοῦ θεοῦ σου καὶ τὸν βασιλικόν ἐπιμελῶς κολασθήσονται ἐάν τε καὶ θανάτῳ ἐάν τε καὶ τιμωρίᾳ ἢ ἀργυρικῇ ζημίᾳ ἢ ἀπαγωγῇ (Esdras 8, 24)
εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ιερουσαλημ (Esdras 8, 25)
καὶ ἐμὲ ἐτίμησεν ἔναντι τοῦ βασιλέως καὶ τῶν συμβουλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ (Esdras 8, 26)
καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν κυρίου τοῦ θεοῦ μου καὶ συνήγαγον ἐκ τοῦ Ισραηλ ἄνδρας ὥστε συναναβῆναί μοι (Esdras 8, 27)
καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας οἱ ἀναβάντες μετ’ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως (Esdras 8, 28)
ἐκ τῶν υἱῶν Φινεες Γαρσομος ἐκ τῶν υἱῶν Ιεταμαρου Γαμηλος ἐκ τῶν υἱῶν Δαυιδ Αττους ὁ Σεχενιου (Esdras 8, 29)
ἐκ τῶν υἱῶν Φορος Ζαχαριας καὶ μετ’ αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα (Esdras 8, 30)