pronađen 557 Rezultati za: ὄνομα

  • καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν ἰδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐρῶ πρὸς αὐτούς ὁ θεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέν με πρὸς ὑμᾶς ἐρωτήσουσίν με τί ὄνομα αὐτῷ τί ἐρῶ πρὸς αὐτούς (Êxodo 3, 13)

  • καὶ εἶπεν ὁ θεὸς πάλιν πρὸς Μωυσῆν οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέσταλκέν με πρὸς ὑμᾶς τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς (Êxodo 3, 15)

  • κύριος συντρίβων πολέμους κύριος ὄνομα αὐτῷ (Êxodo 15, 3)

  • ἦλθον δὲ εἰς Μερρα καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μερρας πικρὸν γὰρ ἦν διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου πικρία (Êxodo 15, 23)

  • καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνομα αὐτοῦ Μαν ἦν δὲ ὡς σπέρμα κορίου λευκόν τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι (Êxodo 16, 31)

  • καὶ ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου πειρασμὸς καὶ λοιδόρησις διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ισραηλ καὶ διὰ τὸ πειράζειν κύριον λέγοντας εἰ ἔστιν κύριος ἐν ἡμῖν ἢ οὔ (Êxodo 17, 7)

  • καὶ ᾠκοδόμησεν Μωυσῆς θυσιαστήριον κυρίῳ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ κύριός μου καταφυγή (Êxodo 17, 15)

  • καὶ τοὺς δύο υἱοὺς αὐτοῦ ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσαμ λέγων πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ (Êxodo 18, 3)

  • καὶ τὸ ὄνομα τοῦ δευτέρου Ελιεζερ λέγων ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραω (Êxodo 18, 4)

  • οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ (Êxodo 20, 7)

  • πάντα ὅσα εἴρηκα πρὸς ὑμᾶς φυλάξασθε καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν (Êxodo 23, 13)

  • καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ δέκα δύο κατὰ τὰ ὀνόματα αὐτῶν γλυφαὶ σφραγίδων ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δέκα δύο φυλάς (Êxodo 28, 21)


“O mal não se vence com o mal, mas com o bem, que tem em si uma força sobrenatural.” São Padre Pio de Pietrelcina