pronađen 31964 Rezultati za: Ἢ
ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε θυσίαν νέαν τῷ κυρίῳ (Levítico 23, 16)
ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα δύο ἄρτους ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται ἐζυμωμένοι πεφθήσονται πρωτογενημάτων τῷ κυρίῳ (Levítico 23, 17)
καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμους ἔσονται ὁλοκαύτωμα τῷ κυρίῳ καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν θυσίαν ὀσμὴν εὐωδίας τῷ κυρίῳ (Levítico 23, 18)
καὶ ποιήσουσιν χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος (Levítico 23, 19)
καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν (Levítico 23, 21)
καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψῃ αὐτά ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Levítico 23, 22)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Levítico 23, 23)
λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων τοῦ μηνὸς τοῦ ἑβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις μνημόσυνον σαλπίγγων κλητὴ ἁγία ἔσται ὑμῖν (Levítico 23, 24)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Levítico 23, 26)
καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ κλητὴ ἁγία ἔσται ὑμῖν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ προσάξετε ὁλοκαύτωμα τῷ κυρίῳ (Levítico 23, 27)
πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ ἔστιν γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν (Levítico 23, 28)
πᾶσα ψυχή ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς (Levítico 23, 29)