pronađen 31964 Rezultati za: Ἡ
συγκακοπάθησον ὡς καλὸς στρατιώτης χριστοῦ ἰησοῦ. (II Timóteo 2, 3)
οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῶ στρατολογήσαντι ἀρέσῃ· (II Timóteo 2, 4)
ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. (II Timóteo 2, 5)
μνημόνευε ἰησοῦν χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· (II Timóteo 2, 8)
διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν χριστῶ ἰησοῦ μετὰ δόξης αἰωνίου. (II Timóteo 2, 10)
πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· (II Timóteo 2, 11)
εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· (II Timóteo 2, 12)
εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. (II Timóteo 2, 13)
ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν, ἐπ᾽ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. (II Timóteo 2, 14)
σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῶ θεῶ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. (II Timóteo 2, 15)
τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, (II Timóteo 2, 16)
καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν ὑμέναιος καὶ φίλητος, (II Timóteo 2, 17)