Mosaico decorativo

pronađen 31964 Rezultati za: Ἡ

  • τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν κυρίῳ ἰησοῦ χριστῶ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. (II Tessalonicenses 3, 12)

  • ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐγκακήσητε καλοποιοῦντες. (II Tessalonicenses 3, 13)

  • εἰ δέ τις οὐχ ὑπακούει τῶ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, μὴ συναναμίγνυσθαι αὐτῶ, ἵνα ἐντραπῇ· (II Tessalonicenses 3, 14)

  • καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. (II Tessalonicenses 3, 15)

  • αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. ὁ κύριος μετὰ πάντων ὑμῶν. (II Tessalonicenses 3, 16)

  • ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω. (II Tessalonicenses 3, 17)

  • ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μετὰ πάντων ὑμῶν. (II Tessalonicenses 3, 18)

  • παῦλος ἀπόστολος χριστοῦ ἰησοῦ κατ᾽ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ χριστοῦ ἰησοῦ τῆς ἐλπίδος ἡμῶν (I Timóteo 1, 1)

  • τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ χριστοῦ ἰησοῦ τοῦ κυρίου ἡμῶν. (I Timóteo 1, 2)

  • καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν ἐφέσῳ πορευόμενος εἰς μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν (I Timóteo 1, 3)

  • μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει· (I Timóteo 1, 4)

  • τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου, (I Timóteo 1, 5)


"Não sejamos mesquinhos com Deus que tanto nos enriquece." São Padre Pio de Pietrelcina