pronađen 692 Rezultati za: ἡμέρας

  • ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει (Eclesiástico 1, 2)

  • μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ (Eclesiástico 5, 7)

  • μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω (Eclesiástico 14, 14)

  • ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ’ αὐτῆς (Eclesiástico 17, 2)

  • ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα (Eclesiástico 30, 24)

  • διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ’ ἡλίου (Eclesiástico 33, 7)

  • οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων ὅστις νύκτωρ ὡς ἡμέρας διάγει οἱ γλύφοντες γλύμματα σφραγίδων καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον (Eclesiástico 38, 27)

  • ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ’ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων (Eclesiástico 40, 1)

  • καὶ νῦν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιοῦντα πάντῃ τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ’ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ (Eclesiástico 50, 22)

  • δῴη ἡμῖν εὐφροσύνην καρδίας καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ισραηλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος (Eclesiástico 50, 23)

  • καὶ ἥξει καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός πάσῃ τῇ δόξῃ σκεπασθήσεται (Isaías 4, 5)

  • ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἳ οὔπω ἥκασιν ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν Εφραιμ ἀπὸ Ιουδα τὸν βασιλέα τῶν Ἀσσυρίων (Isaías 7, 17)


“Onde há mais sacrifício, há mais generosidade.” São Padre Pio de Pietrelcina