pronađen 2839 Rezultati za: Ἕως
μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν (I Samuel 1, 16)
καὶ Αννα οὐκ ἀνέβη μετ’ αὐτοῦ ὅτι εἶπεν τῷ ἀνδρὶ αὐτῆς ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον ἐὰν ἀπογαλακτίσω αὐτό καὶ ὀφθήσεται τῷ προσώπῳ κυρίου καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος (I Samuel 1, 22)
καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτῆς ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν (I Samuel 1, 23)
καὶ ἀνέβη μετ’ αὐτοῦ εἰς Σηλωμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οιφι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου ἐν Σηλωμ καὶ τὸ παιδάριον μετ’ αὐτῶν (I Samuel 1, 24)
διὰ τοῦτο τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ εἶπα ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος καὶ νῦν φησιν κύριος μηδαμῶς ἐμοί ὅτι ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται (I Samuel 2, 30)
καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ ὅτι κακολογοῦντες θεὸν υἱοὶ αὐτοῦ καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ’ οὕτως (I Samuel 3, 13)
ὤμοσα τῷ οἴκῳ Ηλι εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ηλι ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος (I Samuel 3, 14)
καὶ κοιμᾶται Σαμουηλ ἕως πρωὶ καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου κυρίου καὶ Σαμουηλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ηλι (I Samuel 3, 15)
καὶ ἔγνωσαν πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προφήτην τῷ κυρίῳ (I Samuel 3, 20)
καὶ προσέθετο κύριος δηλωθῆναι ἐν Σηλωμ ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουηλ καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ισραηλ ἀπ’ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων καὶ Ηλι πρεσβύτης σφόδρα καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου (I Samuel 3, 21)
καὶ ἔδραμεν ἀνὴρ Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλωμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ (I Samuel 4, 12)
καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθεν πρὸς Ηλι καὶ εἶπεν αὐτῷ ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον καὶ εἶπεν τί τὸ γεγονὸς ῥῆμα τέκνον (I Samuel 4, 16)