Mosaico decorativo

pronađen 12438 Rezultati za: Ἐπ

  • ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων ὡς κρίνα ἐπ’ ἐξόδῳ ὕδατος ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους (Eclesiástico 50, 8)

  • ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρείου ὡς σκεῦος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ (Eclesiástico 50, 9)

  • καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν κοσμῆσαι προσφορὰν ὑψίστου παντοκράτορος (Eclesiástico 50, 14)

  • ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ὑψίστῳ παμβασιλεῖ (Eclesiástico 50, 15)

  • τότε ἀνέκραγον οἱ υἱοὶ Ααρων ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου (Eclesiástico 50, 16)

  • τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσαν καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν παντοκράτορι θεῷ ὑψίστῳ (Eclesiástico 50, 17)

  • τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ισραηλ δοῦναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσασθαι (Eclesiástico 50, 20)

  • καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου (Eclesiástico 50, 21)

  • παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξεν ἐν τῷ βιβλίῳ τούτῳ Ἰησοῦς υἱὸς Σιραχ Ελεαζαρ ὁ Ιεροσολυμίτης ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτοῦ (Eclesiástico 50, 27)

  • μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται (Eclesiástico 50, 28)

  • ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου βοηθὸς καὶ ἐλυτρώσω με (Eclesiástico 51, 2)

  • περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν ἐνέβλεπον εἰς ἀντίλημψιν ἀνθρώπων καὶ οὐκ ἦν (Eclesiástico 51, 7)


"O Santo Rosário é a arma daqueles que querem vencer todas as batalhas." São Padre Pio de Pietrelcina