Mosaico decorativo

pronađen 12438 Rezultati za: Ἐπ

  • καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν ὧν ἐποίησεν καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη πολλὰ γὰρ ἦν σφόδρα (I Macabeus 9, 22)

  • καὶ ἐπεδέξατο Ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ (I Macabeus 9, 31)

  • καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ’ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ (I Macabeus 9, 33)

  • καὶ ἐξανέστησαν ἐπ’ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν (I Macabeus 9, 40)

  • καὶ ἐνεπήδησεν Ιωναθαν καὶ οἱ μετ’ αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν καὶ οὐ διέβησαν ἐπ’ αὐτοὺς τὸν Ιορδάνην (I Macabeus 9, 48)

  • ἔπεσον δὲ παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας (I Macabeus 9, 49)

  • καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς (I Macabeus 9, 50)

  • καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν (I Macabeus 9, 54)

  • ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ (I Macabeus 9, 55)

  • καὶ εἶδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δύο (I Macabeus 9, 57)

  • καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες ἰδοὺ Ιωναθαν καὶ οἱ παρ’ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες νῦν οὖν ἀνάξομεν τὸν Βακχίδην καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ (I Macabeus 9, 58)

  • καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ιουδαίᾳ ὅπως συλλάβωσιν τὸν Ιωναθαν καὶ τοὺς μετ’ αὐτοῦ καὶ οὐκ ἠδύναντο ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν (I Macabeus 9, 60)


"O bem dura eternamente." São Padre Pio de Pietrelcina