pronađen 12438 Rezultati za: Ἐπ
καὶ εἶπεν Σαμουηλ ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με καὶ εἶπεν Σαουλ θλίβομαι σφόδρα καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ’ ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω (I Samuel 28, 15)
καὶ εἶπεν Σαμουηλ ἵνα τί ἐπερωτᾷς με καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου (I Samuel 28, 16)
καὶ πεποίηκεν κύριός σοι καθὼς ἐλάλησεν ἐν χειρί μου καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυιδ (I Samuel 28, 17)
διότι οὐκ ἤκουσας φωνῆς κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Αμαληκ διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν κύριός σοι τῇ ἡμέρᾳ ταύτῃ (I Samuel 28, 18)
καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουηλ καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην (I Samuel 28, 20)
καὶ οὐκ ἐβουλήθη φαγεῖν καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον (I Samuel 28, 23)
καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ καὶ ἔσπευσεν καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασεν καὶ ἔπεψεν ἄζυμα (I Samuel 28, 24)
καὶ σατράπαι ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ’ ἐσχάτων μετὰ Αγχους (I Samuel 29, 2)
καὶ ἐλυπήθησαν ἐπ’ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ οὗ κατέστησας αὐτὸν ἐκεῖ καὶ μὴ ἐρχέσθω μεθ’ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων (I Samuel 29, 4)
οὐχ οὗτος Δαυιδ ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ (I Samuel 29, 5)
καὶ εἶπεν Δαυιδ πρὸς Αγχους τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ’ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης ὅτι οὐ μὴ ἔλθω πολεμῆσαι τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως (I Samuel 29, 8)
καὶ ὤρθρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ισραηλ (I Samuel 29, 11)