pronađen 24028 Rezultati za: Ἐν
καὶ ἔγραψεν πᾶσι τοῖς Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν (Esdras 4, 49)
καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ’ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι (Esdras 4, 51)
καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθ’ ἡμέραν καθὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσφέρειν ἄλλα τάλαντα δέκα κατ’ ἐνιαυτόν (Esdras 4, 52)
ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ (Esdras 4, 54)
καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηθῆναι (Esdras 4, 55)
καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἃ ἐξεχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος καὶ πάντα ὅσα εἶπεν Κῦρος ποιῆσαι καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ιερουσαλημ (Esdras 4, 57)
καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων (Esdras 4, 58)
καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν (Esdras 4, 61)
καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν (Esdras 4, 62)
καὶ Δαρεῖος συναπέστειλεν μετ’ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ιερουσαλημ μετ’ εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν (Esdras 5, 2)
καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετ’ ἐκείνων (Esdras 5, 3)
οἱ ἱερεῖς υἱοὶ Φινεες υἱοῦ Ααρων Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ τοῦ Σαραιου καὶ Ιωακιμ ὁ τοῦ Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ τοῦ οἴκου τοῦ Δαυιδ ἐκ τῆς γενεᾶς Φαρες φυλῆς δὲ Ιουδα (Esdras 5, 5)