Mosaico decorativo

pronađen 24028 Rezultati za: Ἐν

  • καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας τὸν Ουριηλ Ασαια Ιωηλ Σαμαιαν Ελιηλ Αμιναδαβ (I Crônicas 15, 11)

  • καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ οὗ ἡτοίμασα αὐτῇ (I Crônicas 15, 12)

  • ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι (I Crônicas 15, 13)

  • καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ισραηλ (I Crônicas 15, 14)

  • καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ θεοῦ ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν ἐν ἀναφορεῦσιν ἐπ’ αὐτούς (I Crônicas 15, 15)

  • καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν νάβλαις καὶ κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης (I Crônicas 15, 16)

  • καὶ μετ’ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας οἱ πυλωροί (I Crônicas 15, 18)

  • καὶ οἱ ψαλτῳδοί Αιμαν Ασαφ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι (I Crônicas 15, 19)

  • Ζαχαριας καὶ Οζιηλ Σεμιραμωθ Ιιηλ Ωνι Ελιαβ Μασαιας Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ (I Crônicas 15, 20)

  • καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ τοῦ ἐνισχῦσαι (I Crônicas 15, 21)

  • καὶ Χωνενια ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν ὅτι συνετὸς ἦν (I Crônicas 15, 22)

  • καὶ Σοβνια καὶ Ιωσαφατ καὶ Ναθαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ (I Crônicas 15, 24)


"Quanto maiores forem os dons, maior deve ser sua humildade, lembrando de que tudo lhe foi dado como empréstimo." São Padre Pio de Pietrelcina