Mosaico decorativo

pronađen 24028 Rezultati za: Ἐν

  • αἱ μὲν οὗν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῶ ἀριθμῶ καθ᾽ ἡμέραν. (Atos dos Apóstolos 16, 5)

  • διῆλθον δὲ τὴν φρυγίαν καὶ γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ ἀσίᾳ· (Atos dos Apóstolos 16, 6)

  • ἐλθόντες δὲ κατὰ τὴν μυσίαν ἐπείραζον εἰς τὴν βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ἰησοῦ· (Atos dos Apóstolos 16, 7)

  • ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ θεὸς εὐαγγελίσασθαι αὐτούς. (Atos dos Apóstolos 16, 10)

  • ἀναχθέντες δὲ ἀπὸ τρῳάδος εὐθυδρομήσαμεν εἰς σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς νέαν πόλιν, (Atos dos Apóstolos 16, 11)

  • κἀκεῖθεν εἰς φιλίππους, ἥτις ἐστὶν πρώτη[ς] μερίδος τῆς μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. (Atos dos Apóstolos 16, 12)

  • τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὖ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. (Atos dos Apóstolos 16, 13)

  • καί τις γυνὴ ὀνόματι λυδία, πορφυρόπωλις πόλεως θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ παύλου. (Atos dos Apóstolos 16, 14)

  • ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, εἰ κεκρίκατέ με πιστὴν τῶ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε· καὶ παρεβιάσατο ἡμᾶς. (Atos dos Apóstolos 16, 15)

  • ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη. (Atos dos Apóstolos 16, 16)

  • αὕτη κατακολουθοῦσα τῶ παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα, οὖτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας. (Atos dos Apóstolos 16, 17)

  • τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ παῦλος καὶ ἐπιστρέψας τῶ πνεύματι εἶπεν, παραγγέλλω σοι ἐν ὀνόματι ἰησοῦ χριστοῦ ἐξελθεῖν ἀπ᾽ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. (Atos dos Apóstolos 16, 18)


"É loucura fixar o olhar no que rapidamente passa". São Padre Pio de Pietrelcina