pronađen 24028 Rezultati za: Ἐν
καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων (Miquéias 5, 6)
καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος (Miquéias 5, 7)
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἐξολεθρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου (Miquéias 5, 9)
καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί (Miquéias 5, 11)
καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν ἀνθ’ ὧν οὐκ εἰσήκουσαν (Miquéias 5, 14)
ἀκούσατε δὴ λόγον κυρίου κύριος εἶπεν ἀνάστηθι κρίθητι πρὸς τὰ ὄρη καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνήν σου (Miquéias 6, 1)
ἐν τίνι καταλάβω τὸν κύριον ἀντιλήμψομαι θεοῦ μου ὑψίστου εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν ἐν μόσχοις ἐνιαυσίοις (Miquéias 6, 6)
εἰ προσδέξεται κύριος ἐν χιλιάσιν κριῶν ἢ ἐν μυριάσιν χειμάρρων πιόνων εἰ δῶ πρωτότοκά μου ἀσεβείας καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου (Miquéias 6, 7)
εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος καὶ ἐν μαρσίππῳ στάθμια δόλου (Miquéias 6, 11)
ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψευδῆ καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν (Miquéias 6, 12)
σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς καὶ σκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει καὶ οὐ μὴ διασωθῇς καὶ ὅσοι ἐὰν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται (Miquéias 6, 14)
καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρι καὶ πάντα τὰ ἔργα οἴκου Αχααβ καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν ὅπως παραδῶ σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν καὶ ὀνείδη λαῶν λήμψεσθε (Miquéias 6, 16)