pronađen 24028 Rezultati za: Ἐν
καὶ σὺ κόμισαι βάσανόν σου ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου αἷς ἠνόμησας ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν καὶ σὺ αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου (Ezequiel 16, 52)
καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν τὴν ἀποστροφὴν Σοδομων καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν (Ezequiel 16, 53)
ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με (Ezequiel 16, 54)
καὶ εἰ μὴ ἦν Σοδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου (Ezequiel 16, 56)
τάδε λέγει κύριος καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου (Ezequiel 16, 59)
καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον (Ezequiel 16, 60)
καὶ μνησθήσῃ τὴν ὁδόν σου καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου (Ezequiel 16, 61)
ὅπως μνησθῇς καὶ αἰσχυνθῇς καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα ὅσα ἐποίησας λέγει κύριος (Ezequiel 16, 63)
τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανααν εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά (Ezequiel 17, 4)
καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ’ ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτό (Ezequiel 17, 5)
καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν τὰ κλήματα αὐτῆς ἐπ’ αὐτὴν καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς (Ezequiel 17, 6)
καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτόν καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς (Ezequiel 17, 7)