pronađen 24028 Rezultati za: Ἐν
ἔτι ὢν νεώτερος πρὶν ἢ πλανηθῆναί με ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου (Eclesiástico 51, 13)
ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν (Eclesiástico 51, 14)
ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι ἐκ νεότητός μου ἴχνευον αὐτήν (Eclesiástico 51, 15)
προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ τῷ διδόντι μοι σοφίαν δώσω δόξαν (Eclesiástico 51, 17)
διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν καὶ ἐζήλωσα τὸ ἀγαθὸν καὶ οὐ μὴ αἰσχυνθῶ (Eclesiástico 51, 18)
διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ καὶ ἐν ποιήσει νόμου διηκριβασάμην τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα (Eclesiástico 51, 19)
τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν καρδίαν ἐκτησάμην μετ’ αὐτῆς ἀπ’ ἀρχῆς διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ (Eclesiástico 51, 20)
ἔδωκεν κύριος γλῶσσάν μοι μισθόν μου καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν (Eclesiástico 51, 22)
ἐγγίσατε πρός με ἀπαίδευτοι καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας (Eclesiástico 51, 23)
τί ὅτι ὑστερεῖσθαι λέγετε ἐν τούτοις καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα (Eclesiástico 51, 24)
ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν (Eclesiástico 51, 27)
μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ (Eclesiástico 51, 28)