pronađen 24028 Rezultati za: Ἐν
μὴ ὀφθῇς ἐν προσώπῳ κυρίου κενός πάντα γὰρ ταῦτα χάριν ἐντολῆς (Eclesiástico 35, 4)
προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον καὶ ἡ εὐωδία αὐτῆς ἔναντι ὑψίστου (Eclesiástico 35, 5)
ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου (Eclesiástico 35, 7)
ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην (Eclesiástico 35, 8)
δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ’ εὕρεμα χειρός (Eclesiástico 35, 9)
θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει (Eclesiástico 35, 16)
προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν καὶ ἕως συνεγγίσῃ οὐ μὴ παρακληθῇ (Eclesiástico 35, 17)
ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν (Eclesiástico 35, 22)
ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ (Eclesiástico 35, 23)
ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας (Eclesiástico 35, 24)
ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς (Eclesiástico 36, 3)
καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ κύριε (Eclesiástico 36, 4)