pronađen 24028 Rezultati za: Ἐν
οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ Ἀζώτου καὶ Ιαμνείας καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους (I Macabeus 4, 15)
καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν (I Macabeus 4, 16)
καὶ εἶπεν πρὸς τὸν λαόν μὴ ἐπιθυμήσητε τῶν σκύλων ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν (I Macabeus 4, 17)
καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας (I Macabeus 4, 18)
καὶ εἶδεν ὅτι τετρόπωνται καὶ ἐμπυρίζουσιν τὴν παρεμβολήν ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζεν τὸ γεγονός (I Macabeus 4, 20)
οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα συνιδόντες δὲ καὶ τὴν Ιουδου παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν (I Macabeus 4, 21)
καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν (I Macabeus 4, 23)
καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ (I Macabeus 4, 25)
ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα (I Macabeus 4, 26)
ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει ὅτι οὐχ οἷα ἤθελεν τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο ὁ βασιλεύς ἐξέβη (I Macabeus 4, 27)
καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς (I Macabeus 4, 28)
καὶ ἦλθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν (I Macabeus 4, 29)