pronađen 729 Rezultati za: Ἐγένετο
ἐγένετο δὲ τὰ ὅρια Ρουβην Ιορδάνης ὅριον αὕτη ἡ κληρονομία υἱῶν Ρουβην κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν (Josué 13, 23)
καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ιαζηρ πᾶσαι αἱ πόλεις Γαλααδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Αμμων ἕως Αροηρ ἥ ἐστιν κατὰ πρόσωπον Ραββα (Josué 13, 25)
καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναιμ καὶ πᾶσα βασιλεία Βασανι καὶ πᾶσα βασιλεία Ωγ βασιλέως Βασαν καὶ πάσας τὰς κώμας Ιαϊρ αἵ εἰσιν ἐν τῇ Βασανίτιδι ἑξήκοντα πόλεις (Josué 13, 30)
καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα (Josué 15, 1)
καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα αἰτήσομαι τὸν πατέρα μου ἀγρόν καὶ ἐβόησεν ἐκ τοῦ ὄνου καὶ εἶπεν αὐτῇ Χαλεβ τί ἐστίν σοι (Josué 15, 18)
καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ιωσηφ ἀπὸ τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἀπ’ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα (Josué 16, 1)
καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασση ὅτι οὗτος πρωτότοκος τῷ Ιωσηφ τῷ Μαχιρ πρωτοτόκῳ Μανασση πατρὶ Γαλααδ ἀνὴρ γὰρ πολεμιστὴς ἦν ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι (Josué 17, 1)
καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Κααθ καὶ ἐγένετο τοῖς υἱοῖς Ααρων τοῖς ἱερεῦσιν τοῖς Λευίταις ἀπὸ φυλῆς Ιουδα καὶ ἀπὸ φυλῆς Συμεων καὶ ἀπὸ φυλῆς Βενιαμιν κληρωτὶ πόλεις δέκα τρεῖς (Josué 21, 4)
καὶ ἐγένετο μεθ’ ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι κύριον τὸν Ισραηλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις (Josué 23, 1)
καὶ ἐγένετο μετ’ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος κυρίου ἑκατὸν δέκα ἐτῶν (Josué 24, 30)
καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ελεαζαρ υἱὸς Ααρων ὁ ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν Γαβααθ Φινεες τοῦ υἱοῦ αὐτοῦ ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ Εφραιμ (33a) ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ισραηλ τὴν κιβωτὸν τοῦ θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς καὶ Φινεες ἱεράτευσεν ἀντὶ Ελεαζαρ τοῦ πατρὸς αὐτοῦ ἕως ἀπέθανεν καὶ κατωρύγη ἐν Γαβααθ τῇ ἑαυτοῦ (33b) οἱ δὲ υἱοὶ Ισραηλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν καὶ ἐσέβοντο οἱ υἱοὶ Ισραηλ τὴν Ἀστάρτην καὶ Ασταρωθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Εγλωμ τῷ βασιλεῖ Μωαβ καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δέκα ὀκτώ (Josué 24, 33)
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ διὰ τοῦ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς (Juízes 1, 1)