Mosaico decorativo

pronađen 608 Rezultati za: τον Ιησούς 24

  • εἶπεν οὗν αὐτοῖς ὁ ἰησοῦς, ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. (São João 6, 53)

  • εἰδὼς δὲ ὁ ἰησοῦς ἐν ἑαυτῶ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς, τοῦτο ὑμᾶς σκανδαλίζει; (São João 6, 61)

  • ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. (São João 6, 64)

  • εἶπεν οὗν ὁ ἰησοῦς τοῖς δώδεκα, μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; (São João 6, 67)

  • ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; (São João 6, 70)

  • καὶ μετὰ ταῦτα περιεπάτει ὁ ἰησοῦς ἐν τῇ γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ ἰουδαῖοι ἀποκτεῖναι. (São João 7, 1)

  • λέγει οὗν αὐτοῖς ὁ ἰησοῦς, ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. (São João 7, 6)

  • ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. (São João 7, 14)

  • ἀπεκρίθη οὗν αὐτοῖς [ὁ] ἰησοῦς καὶ εἶπεν, ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· (São João 7, 16)

  • ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. (São João 7, 21)

  • ἔκραξεν οὗν ἐν τῶ ἱερῶ διδάσκων ὁ ἰησοῦς καὶ λέγων, κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· (São João 7, 28)

  • εἶπεν οὗν ὁ ἰησοῦς, ἔτι χρόνον μικρὸν μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. (São João 7, 33)


"Para mim, Deus está sempre fixo na minha mente e estampado no meu coração." São Padre Pio de Pietrelcina