pronađen 487 Rezultati za: οἴκου

  • ἐπὶ τῶν ὀρέων οὐ φάγεται καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ (Ezequiel 18, 6)

  • ἐπὶ τῶν ὀρέων οὐ βέβρωκεν καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανεν (Ezequiel 18, 15)

  • καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἐν τῷ πέμπτῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ισραηλ ἐπερωτῆσαι τὸν κύριον καὶ ἐκάθισαν πρὸ προσώπου μου (Ezequiel 20, 1)

  • καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἀφ’ ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ισραηλ καὶ ἐγνωρίσθην τῷ σπέρματι οἴκου Ιακωβ καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν λέγων ἐγὼ κύριος ὁ θεὸς ὑμῶν (Ezequiel 20, 5)

  • ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ισραηλ ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί ὅπως ἐκχέωσιν αἷμα (Ezequiel 22, 6)

  • καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου (Ezequiel 23, 39)

  • ἐξ οἴκου Θεργαμα ἵππους καὶ ἱππεῖς ἔδωκαν ἀγοράν σου (Ezequiel 27, 14)

  • καὶ ἰδοὺ περίβολος ἔξωθεν τοῦ οἴκου κύκλῳ καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος τὸ μέτρον πηχῶν ἓξ ἐν πήχει καὶ παλαιστῆς καὶ διεμέτρησεν τὸ προτείχισμα πλάτος ἴσον τῷ καλάμῳ καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ (Ezequiel 40, 5)

  • καὶ εἶπεν πρός με ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου (Ezequiel 40, 45)

  • καὶ διεμέτρησεν τὴν αὐλὴν μῆκος πήχεων ἑκατὸν καὶ εὖρος πήχεων ἑκατὸν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῆς καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου (Ezequiel 40, 47)

  • καὶ εἰσήγαγέν με εἰς τὸ αιλαμ τοῦ οἴκου καὶ διεμέτρησεν τὸ αιλ τοῦ αιλαμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν καὶ τὸ εὖρος τοῦ θυρώματος πηχῶν δέκα τεσσάρων καὶ ἐπωμίδες τῆς θύρας τοῦ αιλαμ πηχῶν τριῶν ἔνθεν καὶ πηχῶν τριῶν ἔνθεν (Ezequiel 40, 48)

  • καὶ διεμέτρησεν τὸν τοῖχον τοῦ οἴκου πηχῶν ἓξ καὶ τὸ εὖρος τῆς πλευρᾶς πηχῶν τεσσάρων κυκλόθεν (Ezequiel 41, 5)


“O Anjo de Deus não nos abandona jamais.” São Padre Pio de Pietrelcina