pronađen 52 Rezultati za: μερὶς

  • καί γε ἀγάπη αὐτῶν καί γε μῖσος αὐτῶν καί γε ζῆλος αὐτῶν ἤδη ἀπώλετο καὶ μερὶς οὐκ ἔστιν αὐτοῖς ἔτι εἰς αἰῶνα ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον (Eclesiastes 9, 6)

  • μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος (Sabedoria 2, 9)

  • ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ (Eclesiástico 11, 18)

  • μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω (Eclesiástico 14, 14)

  • ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον καὶ μερὶς κυρίου Ισραηλ ἐστίν (Eclesiástico 17, 17)

  • γυνὴ ἀγαθὴ μερὶς ἀγαθή ἐν μερίδι φοβουμένων κύριον δοθήσεται (Eclesiástico 26, 3)

  • πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία (Eclesiástico 45, 22)

  • πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωὶ καὶ οὐκ ἔσται αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν (Isaías 17, 14)

  • οὐκ ἔστιν τοιαύτη μερὶς τῷ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτοῦ κύριος ὄνομα αὐτῷ (Jeremias 10, 16)

  • οὗτος ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί λέγει κύριος ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν (Jeremias 13, 25)

  • οὐ τοιαύτη μερὶς τῷ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτοῦ κύριος ὄνομα αὐτῷ (Jeremias 28, 19)

  • πρόσωπον κυρίου μερὶς αὐτῶν οὐ προσθήσει ἐπιβλέψαι αὐτοῖς πρόσωπον ἱερέων οὐκ ἔλαβον πρεσβύτας οὐκ ἠλέησαν (Lamentações 4, 16)


“No juízo final daremos contas a Deus até de uma palavra inútil que tenhamos dito.” São Padre Pio de Pietrelcina