pronađen 46 Rezultati za: λέων
ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν (Salmos 9, 30)
ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις (Salmos 16, 12)
ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος (Salmos 21, 14)
προφασίζεται καὶ λέγει ὀκνηρός λέων ἐν ταῖς ὁδοῖς ἐν δὲ ταῖς πλατείαις φονευταί (Provérbios 22, 13)
λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν λέων ἐν ταῖς ὁδοῖς (Provérbios 26, 13)
φεύγει ἀσεβὴς μηδενὸς διώκοντος δίκαιος δὲ ὥσπερ λέων πέποιθεν (Provérbios 28, 1)
λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ (Provérbios 28, 15)
μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου (Eclesiástico 4, 30)
λέων θήραν ἐνεδρεύει οὕτως ἁμαρτία ἐργαζομένους ἄδικα (Eclesiástico 27, 10)
ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνῳ καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν (Eclesiástico 27, 28)
οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς (Eclesiástico 28, 23)
καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται καὶ παιδίον μικρὸν ἄξει αὐτούς (Isaías 11, 6)