pronađen 424 Rezultati za: η Προσευχή του Ιακώβ
οἱ φοβούμενοι κύριον αἰνέσατε αὐτόν ἅπαν τὸ σπέρμα Ιακωβ δοξάσατε αὐτόν φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ (Salmos 21, 24)
αὕτη ἡ γενεὰ ζητούντων αὐτόν ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ διάψαλμα (Salmos 23, 6)
ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ καὶ νυκτὸς ᾠδὴ παρ’ ἐμοί προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου (Salmos 41, 9)
σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ (Salmos 43, 5)
κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ διάψαλμα (Salmos 45, 8)
κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ιακωβ (Salmos 45, 12)
ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ τὴν καλλονὴν Ιακωβ ἣν ἠγάπησεν διάψαλμα (Salmos 46, 5)
τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ (Salmos 52, 7)
ἐν ὀργῇ συντελείας καὶ οὐ μὴ ὑπάρξωσιν καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ιακωβ τῶν περάτων τῆς γῆς διάψαλμα (Salmos 58, 14)
εἰσάκουσον ὁ θεός τῆς δεήσεώς μου πρόσχες τῇ προσευχῇ μου (Salmos 60, 2)
ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ κύριε καιρὸς εὐδοκίας ὁ θεός ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου (Salmos 68, 14)
ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα ψαλῶ τῷ θεῷ Ιακωβ (Salmos 74, 10)