pronađen 321 Rezultati za: αἰῶνα

  • καὶ ἔθηκεν τὸ γλυπτὸν καὶ τὸ χωνευτόν εἰκόνα ἣν ἐποίησεν ἐν οἴκῳ θεοῦ οὗ εἶπεν ὁ θεὸς πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων υἱὸν αὐτοῦ ἐν τῷ οἴκῳ τούτῳ καὶ Ιερουσαλημ ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ισραηλ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα (II Crônicas 33, 7)

  • ἡ δὲ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος (Esdras 4, 38)

  • καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς ἐσήμαινον φωνὴν μεγάλην αἰνεῖν τῷ κυρίῳ ἐπὶ θεμελιώσει οἴκου κυρίου (Neemias 3, 11)

  • καὶ εἶπα τῷ βασιλεῖ ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου διότι ἡ πόλις οἶκος μνημείων πατέρων μου ἠρημώθη καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί (Neemias 12, 3)

  • δίκαιος εἶ κύριε καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα (Tobias 3, 2)

  • τί ἡμᾶς μαστιγοῖς εἰ ἀπέθαναν βάδιζε μετ’ αὐτῶν μὴ ἴδοιμέν σου υἱὸν ἢ θυγατέρα εἰς τὸν αἰῶνα (Tobias 3, 9)

  • καὶ ἐδεήθη πρὸς τῇ θυρίδι καὶ εἶπεν εὐλογητὸς εἶ κύριε ὁ θεός μου καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα (Tobias 3, 11)

  • καὶ ἐὰν εἰσέλθῃς εἰς τὸν νυμφῶνα λήμψῃ τέφραν θυμιαμάτων καὶ ἐπιθήσεις ἀπὸ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ καπνίσεις καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκ ἐπανελεύσεται τὸν αἰῶνα τοῦ αἰῶνος (Tobias 6, 17)

  • καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε εἰρήνη ὑμῖν ἔσται τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα (Tobias 12, 17)

  • ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ ἡμῶν ἦλθον ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα (Tobias 12, 18)

  • ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα (Tobias 13, 14)

  • μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ πάσαις ταῖς μάστιξίν σου ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου καὶ εὐφρανθήσονται εἰς τὸν αἰῶνα ἡ ψυχή μου εὐλογείτω τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν (Tobias 13, 16)


“Que Jesus o mergulhe no esplendor da Sua imortal juventude.” São Padre Pio de Pietrelcina