pronađen 3040 Rezultati za: Φωτιστικά τους Λάμπες
καὶ ἐπιθήσουσιν ἐπ’ αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργοῦσιν ἐπ’ αὐτὸ ἐν αὐτοῖς καὶ τὰ πυρεῖα καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν καλυπτῆρα καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ ἐπιβαλοῦσιν ἐπ’ αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς αὐτοῦ καὶ λήμψονται ἱμάτιον πορφυροῦν καὶ συγκαλύψουσιν τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἐμβαλοῦσιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς (Números 4, 14)
καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπ’ αὐτῶν κατὰ πάντα τὰ ἔργα αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτῶν καὶ οἱ στύλοι αὐτῶν καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς (Números 4, 31)
καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ αἱ βάσεις αὐτῶν καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους αὐτῶν καὶ τοὺς κάλους αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπ’ αὐτῶν (Números 4, 32)
καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς υἱοὺς Κααθ κατὰ δήμους αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν (Números 4, 34)
πάντες οἱ ἐπεσκεμμένοι οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς Λευίτας κατὰ δήμους κατ’ οἴκους πατριῶν αὐτῶν (Números 4, 46)
λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ισραηλ λέγοντες αὐτοῖς καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ισραηλ καὶ ἐγὼ κύριος εὐλογήσω αὐτούς (Números 6, 23)
καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς Λευίταις (Números 7, 6)
τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς υἱοῖς Γεδσων κατὰ τὰς λειτουργίας αὐτῶν (Números 7, 7)
καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρι κατὰ τὰς λειτουργίας αὐτῶν διὰ Ιθαμαρ υἱοῦ Ααρων τοῦ ἱερέως (Números 7, 8)
λάλησον τῷ Ααρων καὶ ἐρεῖς πρὸς αὐτόν ὅταν ἐπιτιθῇς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι (Números 8, 2)
καὶ ἐποίησεν οὕτως Ααρων ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς λύχνους αὐτῆς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Números 8, 3)
λαβὲ τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ισραηλ καὶ ἀφαγνιεῖς αὐτούς (Números 8, 6)