Mosaico decorativo

pronađen 17461 Rezultati za: Τῷ

  • νῦν οὖν δῶμεν δεξιὰς τοῖς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ’ αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν (I Macabeus 6, 58)

  • καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον χάριν γὰρ τῶν νομίμων αὐτῶν ὧν διεσκεδάσαμεν ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα (I Macabeus 6, 59)

  • καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι καὶ ἐπεδέξαντο (I Macabeus 6, 60)

  • καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ καὶ συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ (I Macabeus 7, 2)

  • καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα καὶ εἶπεν μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν (I Macabeus 7, 3)

  • καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ισραηλ καὶ Ἄλκιμος ἡγεῖτο αὐτῶν βουλόμενος ἱερατεύειν (I Macabeus 7, 5)

  • νῦν οὖν ἀπόστειλον ἄνδρα ᾧ πιστεύεις καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολέθρευσιν πᾶσαν ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς (I Macabeus 7, 7)

  • καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ (I Macabeus 7, 8)

  • καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ισραηλ (I Macabeus 7, 9)

  • καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν εἶδον γὰρ ὅτι ἦλθαν μετὰ δυνάμεως πολλῆς (I Macabeus 7, 11)

  • καὶ πρῶτοι οἱ Ασιδαῖοι ἦσαν ἐν υἱοῖς Ισραηλ καὶ ἐπεζήτουν παρ’ αὐτῶν εἰρήνην (I Macabeus 7, 13)

  • καὶ ἐλάλησεν μετ’ αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν (I Macabeus 7, 15)


"Sigamos o caminho que nos conduz a Deus." São Padre Pio de Pietrelcina