pronađen 17461 Rezultati za: Τῷ
ἐν δὲ ταῖς ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῶ θεωροῦντος κατείδωλον οὗσαν τὴν πόλιν. (Atos dos Apóstolos 17, 16)
τινὲς δὲ καὶ τῶν ἐπικουρείων καὶ στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῶ, καί τινες ἔλεγον, τί ἂν θέλοι ὁ σπερμολόγος οὖτος λέγειν; οἱ δέ, ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. (Atos dos Apóstolos 17, 18)
διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὖρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ θεῶ. ὃ οὗν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν. (Atos dos Apóstolos 17, 23)
ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῶ, οὖτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ (Atos dos Apóstolos 17, 24)
ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, (Atos dos Apóstolos 17, 26)
ἐν αὐτῶ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασιν, τοῦ γὰρ καὶ γένος ἐσμέν. (Atos dos Apóstolos 17, 28)
οὕτως ὁ παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. (Atos dos Apóstolos 17, 33)
τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῶ ἐπίστευσαν, ἐν οἷς καὶ διονύσιος ὁ ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς. (Atos dos Apóstolos 17, 34)
μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν ἀθηνῶν ἦλθεν εἰς κόρινθον. (Atos dos Apóstolos 18, 1)
καὶ εὑρών τινα ἰουδαῖον ὀνόματι ἀκύλαν, ποντικὸν τῶ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς ἰταλίας καὶ πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι κλαύδιον χωρίζεσθαι πάντας τοὺς ἰουδαίους ἀπὸ τῆς ῥώμης, προσῆλθεν αὐτοῖς, (Atos dos Apóstolos 18, 2)
ὡς δὲ κατῆλθον ἀπὸ τῆς μακεδονίας ὅ τε σιλᾶς καὶ ὁ τιμόθεος, συνείχετο τῶ λόγῳ ὁ παῦλος, διαμαρτυρόμενος τοῖς ἰουδαίοις εἶναι τὸν χριστόν, ἰησοῦν. (Atos dos Apóstolos 18, 5)
ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς, τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. (Atos dos Apóstolos 18, 6)