pronađen 9372 Rezultati za: Τῶν
μνήσθητι πατρὸς καὶ μητρός σου ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύεις μήποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν καὶ τῷ ἐθισμῷ σου μωρανθῇς καὶ θελήσεις εἰ μὴ ἐγεννήθης καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου καταράσῃ (Eclesiástico 23, 14)
ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ λέγων ἐν τῇ ψυχῇ αὐτοῦ τίς με ὁρᾷ σκότος κύκλῳ μου καὶ οἱ τοῖχοί με καλύπτουσιν καὶ οὐθείς με ὁρᾷ τί εὐλαβοῦμαι τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος (Eclesiástico 23, 18)
μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι (Eclesiástico 24, 7)
τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἶπεν ἐν Ιακωβ κατασκήνωσον καὶ ἐν Ισραηλ κατακληρονομήθητι (Eclesiástico 24, 8)
ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ (Eclesiástico 24, 15)
προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε (Eclesiástico 24, 19)
ἐν τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνθρώπων ὁμόνοια ἀδελφῶν καὶ φιλία τῶν πλησίον καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι (Eclesiástico 25, 1)
τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν πτωχὸν ὑπερήφανον καὶ πλούσιον ψεύστην γέροντα μοιχὸν ἐλαττούμενον συνέσει (Eclesiástico 25, 2)
ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή (Eclesiástico 25, 5)
στέφανος γερόντων πολυπειρία καὶ τὸ καύχημα αὐτῶν φόβος κυρίου (Eclesiástico 25, 6)
μακάριος ὃς εὗρεν φρόνησιν καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων (Eclesiástico 25, 9)
φόβος κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται (Eclesiástico 25, 11)