pronađen 9372 Rezultati za: Τῶν
σιγῶντά με περιμενοῦσιν καὶ φθεγγομένῳ προσέξουσιν καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν (Sabedoria 8, 12)
καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν (Sabedoria 8, 18)
καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων (Sabedoria 9, 2)
δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου (Sabedoria 9, 4)
λογισμοὶ γὰρ θνητῶν δειλοί καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν (Sabedoria 9, 14)
βουλὴν δέ σου τίς ἔγνω εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων (Sabedoria 9, 17)
καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι καὶ τῇ σοφίᾳ ἐσώθησαν (Sabedoria 9, 18)
ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων (Sabedoria 10, 2)
αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεῷ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν (Sabedoria 10, 5)
ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη καὶ ἐπλούτισεν αὐτόν (Sabedoria 10, 11)
διεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ ἵνα γνῷ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια (Sabedoria 10, 12)
συγκατέβη αὐτῷ εἰς λάκκον καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτόν ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ ψευδεῖς τε ἔδειξεν τοὺς μωμησαμένους αὐτὸν καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον (Sabedoria 10, 14)