pronađen 9372 Rezultati za: Τῶν
ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν καὶ ἐχθρεύσουσιν ἐπὶ τῆς γῆς ἐφ’ ἣν ὑμεῖς κατοικήσετε (Números 33, 55)
ὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν Γαδ κατ’ οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν (Números 34, 14)
δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ’ ἀνατολάς (Números 34, 15)
ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη (Números 34, 17)
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη (Números 34, 19)
τῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι (Números 34, 23)
σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ δώσουσιν τοῖς Λευίταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσιν τοῖς Λευίταις (Números 35, 2)
καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται τοῖς κτήνεσιν αὐτῶν καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν (Números 35, 3)
καὶ τὰ συγκυροῦντα τῶν πόλεων ἃς δώσετε τοῖς Λευίταις ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ (Números 35, 4)
καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν δισχιλίους πήχεις καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν καὶ τὰ ὅμορα τῶν πόλεων (Números 35, 5)
καὶ τὰς πόλεις δώσετε τοῖς Λευίταις τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων ἃς δώσετε φεύγειν ἐκεῖ τῷ φονεύσαντι καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις (Números 35, 6)
πάσας τὰς πόλεις δώσετε τοῖς Λευίταις τεσσαράκοντα καὶ ὀκτὼ πόλεις ταύτας καὶ τὰ προάστεια αὐτῶν (Números 35, 7)