pronađen 8293 Rezultati za: Τῆς
καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον καὶ εἶπα ἰδού εἰμι ἐγώ ἀπόστειλόν με (Isaías 6, 8)
καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τῆς γῆς (Isaías 6, 12)
καὶ ἔτι ἐπ’ αὐτῆς ἔστιν τὸ ἐπιδέκατον καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἀπὸ τῆς θήκης αὐτῆς (Isaías 6, 13)
καὶ εἶπεν κύριος πρὸς Ησαιαν ἔξελθε εἰς συνάντησιν Αχαζ σὺ καὶ ὁ καταλειφθεὶς Ιασουβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως (Isaías 7, 3)
ἀναβησόμεθα εἰς τὴν Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεηλ (Isaías 7, 6)
αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος (Isaías 7, 11)
καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ (Isaías 7, 19)
καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς (Isaías 7, 22)
καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ εἰς καταπάτημα βοός (Isaías 7, 25)
καὶ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου μεθ’ ἡμῶν ὁ θεός (Isaías 8, 8)
γνῶτε ἔθνη καὶ ἡττᾶσθε ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς ἰσχυκότες ἡττᾶσθε ἐὰν γὰρ πάλιν ἰσχύσητε πάλιν ἡττηθήσεσθε (Isaías 8, 9)
οὕτως λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες (Isaías 8, 11)