pronađen 27654 Rezultati za: Τὸ
_ ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ _ (Efésios 5, 9)
δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῶ κυρίῳ· (Efésios 5, 10)
καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, (Efésios 5, 11)
τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, (Efésios 5, 13)
πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει, ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ χριστός. (Efésios 5, 14)
ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. (Efésios 5, 16)
διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου. (Efésios 5, 17)
λαλοῦντες ἑαυτοῖς [ἐν] ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῶ κυρίῳ, (Efésios 5, 19)
εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῶ θεῶ καὶ πατρί, (Efésios 5, 20)
ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ χριστοῦ. (Efésios 5, 21)
αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῶ κυρίῳ, (Efésios 5, 22)
ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος. (Efésios 5, 23)