pronađen 27654 Rezultati za: Τὸ
ἐξῆλθεν οὗν ὁ ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς, ἰδοὺ ὁ ἄνθρωπος. (São João 19, 5)
ὅτε οὗν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες, σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ πιλᾶτος, λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῶ αἰτίαν. (São João 19, 6)
ἀπεκρίθησαν αὐτῶ οἱ ἰουδαῖοι, ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν. (São João 19, 7)
ὅτε οὗν ἤκουσεν ὁ πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, (São João 19, 8)
καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῶ ἰησοῦ, πόθεν εἶ σύ; ὁ δὲ ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῶ. (São João 19, 9)
λέγει οὗν αὐτῶ ὁ πιλᾶτος, ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε; (São João 19, 10)
ἀπεκρίθη [αὐτῶ] ἰησοῦς, οὐκ εἶχες ἐξουσίαν κατ᾽ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. (São João 19, 11)
ἐκ τούτου ὁ πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ ἰουδαῖοι ἐκραύγασαν λέγοντες, ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῶ καίσαρι. (São João 19, 12)
ὁ οὗν πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον, ἑβραϊστὶ δὲ γαββαθα. (São João 19, 13)
ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς ἰουδαίοις, ἴδε ὁ βασιλεὺς ὑμῶν. (São João 19, 14)
ἐκραύγασαν οὗν ἐκεῖνοι, ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ πιλᾶτος, τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, οὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα. (São João 19, 15)
τότε οὗν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. παρέλαβον οὗν τὸν ἰησοῦν· (São João 19, 16)