Mosaico decorativo

pronađen 27654 Rezultati za: Τὸ

  • ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. (São Lucas 22, 69)

  • εἶπαν δὲ πάντες, σὺ οὗν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη, ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. (São Lucas 22, 70)

  • οἱ δὲ εἶπαν, τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. (São Lucas 22, 71)

  • καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν πιλᾶτον. (São Lucas 23, 1)

  • ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι. (São Lucas 23, 2)

  • ὁ δὲ πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῶ ἔφη, σὺ λέγεις. (São Lucas 23, 3)

  • ὁ δὲ πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, οὐδὲν εὑρίσκω αἴτιον ἐν τῶ ἀνθρώπῳ τούτῳ. (São Lucas 23, 4)

  • οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς γαλιλαίας ἕως ὧδε. (São Lucas 23, 5)

  • πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος γαλιλαῖός ἐστιν· (São Lucas 23, 6)

  • καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. (São Lucas 23, 7)

  • ὁ δὲ ἡρῴδης ἰδὼν τὸν ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον. (São Lucas 23, 8)

  • ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῶ. (São Lucas 23, 9)


"Deus não opera prodígios onde não há fé." São Padre Pio de Pietrelcina