Mosaico decorativo

pronađen 27654 Rezultati za: Τὸ

  • καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα ἰάϊρος, καὶ οὖτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας [τοῦ] ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, (São Lucas 8, 41)

  • ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῶ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. ἐν δὲ τῶ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. (São Lucas 8, 42)

  • καὶ γυνὴ οὗσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις [ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον] οὐκ ἴσχυσεν ἀπ᾽ οὐδενὸς θεραπευθῆναι, (São Lucas 8, 43)

  • προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. (São Lucas 8, 44)

  • ὁ δὲ ἰησοῦς εἶπεν, ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ᾽ ἐμοῦ. (São Lucas 8, 46)

  • ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῶ δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. (São Lucas 8, 47)

  • ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι τέθνηκεν ἡ θυγάτηρ σου, μηκέτι σκύλλε τὸν διδάσκαλον. (São Lucas 8, 49)

  • ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῶ εἰ μὴ πέτρον καὶ ἰωάννην καὶ ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. (São Lucas 8, 51)

  • ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν, μὴ κλαίετε, οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει. (São Lucas 8, 52)

  • καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. (São Lucas 8, 53)

  • αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων, ἡ παῖς, ἔγειρε. (São Lucas 8, 54)

  • καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. (São Lucas 8, 55)


"O Santo Sacrifício da Missa é o sufrágio mais eficaz que ultrapassa todas as orações." São Padre Pio de Pietrelcina