pronađen 27654 Rezultati za: Τὸ
ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. (São Mateus 15, 36)
καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν, ἑπτὰ σπυρίδας πλήρεις. (São Mateus 15, 37)
καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια μαγαδάν. (São Mateus 15, 39)
καὶ προσελθόντες οἱ φαρισαῖοι καὶ σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. (São Mateus 16, 1)
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, [ὀψίας γενομένης λέγετε, εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· (São Mateus 16, 2)
καὶ πρωΐ, σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.] (São Mateus 16, 3)
γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν. (São Mateus 16, 4)
καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. (São Mateus 16, 5)
ὁ δὲ ἰησοῦς εἶπεν αὐτοῖς, ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν φαρισαίων καὶ σαδδουκαίων. (São Mateus 16, 6)
οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν. (São Mateus 16, 7)
γνοὺς δὲ ὁ ἰησοῦς εἶπεν, τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχετε; (São Mateus 16, 8)
οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; (São Mateus 16, 9)