Mosaico decorativo

pronađen 27654 Rezultati za: Τὸ

  • ἀπὸ τότε ἤρξατο ὁ ἰησοῦς κηρύσσειν καὶ λέγειν, μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. (São Mateus 4, 17)

  • περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς γαλιλαίας εἶδεν δύο ἀδελφούς, σίμωνα τὸν λεγόμενον πέτρον καὶ ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. (São Mateus 4, 18)

  • καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. (São Mateus 4, 19)

  • καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, ἰάκωβον τὸν τοῦ ζεβεδαίου καὶ ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῶ πλοίῳ μετὰ ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. (São Mateus 4, 21)

  • οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῶ. (São Mateus 4, 22)

  • καὶ περιῆγεν ἐν ὅλῃ τῇ γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῶ λαῶ. (São Mateus 4, 23)

  • καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν συρίαν· καὶ προσήνεγκαν αὐτῶ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους [καὶ] δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς. (São Mateus 4, 24)

  • καὶ ἠκολούθησαν αὐτῶ ὄχλοι πολλοὶ ἀπὸ τῆς γαλιλαίας καὶ δεκαπόλεως καὶ ἱεροσολύμων καὶ ἰουδαίας καὶ πέραν τοῦ ἰορδάνου. (São Mateus 4, 25)

  • ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῶ οἱ μαθηταὶ αὐτοῦ· (São Mateus 5, 1)

  • καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων, (São Mateus 5, 2)

  • μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. (São Mateus 5, 4)

  • μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. (São Mateus 5, 5)


"A cada vitória sobre o pecado corresponde um grau de glória eterna". São Padre Pio de Pietrelcina