Mosaico decorativo

pronađen 27654 Rezultati za: Τὸ

  • καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος ὅπλα ἀργύριον πλοῖα ὡς ἔδοξεν Ῥώμῃ καὶ φυλάξονται τὰ φυλάγματα ταῦτα καὶ οὐ μετὰ δόλου (I Macabeus 8, 28)

  • κατὰ τοὺς λόγους τούτους οὕτως ἔστησαν Ῥωμαῖοι τῷ δήμῳ τῶν Ιουδαίων (I Macabeus 8, 29)

  • ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσθεῖναι ἢ ἀφελεῖν ποιήσονται ἐξ αἱρέσεως αὐτῶν καὶ ὃ ἂν προσθῶσιν ἢ ἀφέλωσιν ἔσται κύρια (I Macabeus 8, 30)

  • καὶ περὶ τῶν κακῶν ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς ἐγράψαμεν αὐτῷ λέγοντες διὰ τί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους Ιουδαίους (I Macabeus 8, 31)

  • ἐὰν οὖν ἔτι ἐντύχωσιν κατὰ σοῦ ποιήσομεν αὐτοῖς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς (I Macabeus 8, 32)

  • καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ’ αὐτῶν (I Macabeus 9, 1)

  • καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς (I Macabeus 9, 2)

  • καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ (I Macabeus 9, 3)

  • καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα καὶ τρισχίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκλεκτοί (I Macabeus 9, 5)

  • καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ’ ἢ ὀκτακόσιοι ἄνδρες (I Macabeus 9, 6)

  • καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν καὶ συνετρίβη τῇ καρδίᾳ ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς (I Macabeus 9, 7)

  • καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς (I Macabeus 9, 8)


"Proponha-se a exercitar-se nas virtudes". São Padre Pio de Pietrelcina